παρακαλώ περιμένετε...
ΦΥΛΕΣ ΤΩΝ ΖΩΔΙΩΝ
Ὁ Ταῦρος 15 Μαΐου - 14 Ἰουνίου

tavros.jpg

 

 Οὐρανομετρικὴ διέλευσις: 14 Μαΐου - 19 Ἰουνίου

Στοιχεῖον (Τρίγωνον): Γῆ Χρῶμα: Πράσινον, Ῥόδινον 
Τριγωνοκράτορες Γῆς: ἡμέρας Ἀφροδίτη, νυκτὸς Σελήνη, ἐπίκοινος Ἄρης
Οἶκος: Ἀφροδίτης (νυκτερινός) Ὓψωμα: Σελήνης εἰς 3°Ταπείνωμα: -
Πρόσωπα Δεκανῶν: Ἑρμῆς/1ος, Σελήνη/2ος, Κρόνος/3ος
Ὅρια: : 1° - 8° Ἀφροδίτη, 9° - 14° Ἑρμῆς, 15° - 22° Δίας, 23° - 27° Κρόνος, 28° - 30° Ἄρης (κατὰ Ἡφαιστ./Αἰγυπτίους)
1° - 8° Ἀφροδίτη, 9° - 15° Ἑρμῆς, 16° - 22° Δίας, 23° - 24° Κρόνος, 25° - 30° Ἄρης (κατὰ Πτολεμαῖον)
Λαμπραὶ μοῖραι: 3°, 5°, 10°, 17°, 28°, 30°
Βοτάνη: περιστερεὼν ὀρθός
Κληίδαι Λέξεις: Ἐαρινὸ, δίσωμο, φωνῆεν, χερσαῖο, λατρῶδες, νυκτερινό, προστάσσον
Ἀνατομία: Ὁ λαιμός, αἱ φωνητικαὶ χορδαί

 

Ὁ Ταῦρος ἐφορεύεται ἀπὸ τὴν θεὰν Ἀφροδίτην

 

 Γεννήσεις ἔχουσαι τὸν Ὡροσκόπον ἐν Ταύρῳ

Κατὰ Ἠφαιστίωνα, ἐφόσον δεν στέκεται ἀντιθέτη κάποια ἄλλη ἀστρικὴ αἰτία, ὁ Ὡροσκόπος ἐν Ταύρῳ σημειοδοτεῖ τὰ ἑξῆς:

ὁ οὖν ἔχων ὡροσκοποῦντα τὸν πρῶτον ἔσται μὲν ἐπιχαρής, πολύφιλος καὶ ἡδύβιος, ἐπίμοχθος δὲ καὶ μετὰ τὸ ἀποβαλεῖν τὸν πρῶτον γάμον γαμήσει προεφθαρμένην καὶ μεγάλη εὐδαιμονία ἔσται αὐτῷ. τὰ δὲ σημεῖα· ἡ κεφαλὴ μεγάλη, οἱ ὀφθαλμοὶ αὐτοῦ μεγάλοι, τὸ μέγεθος σύμμετρον, τὰ χείλη μεγάλα· σημεῖον ἔσται περὶ τὸν αὐχένα καὶ ἄλλο περὶ τὸν κόλπον καὶ ἕτερον περὶ τὴν δεξιὰν πλευράν. οἱ δὲ κλιμακτῆρες αὐτοῦ ἔτος α, δ, θ, ια, κβ, λγ, μθ, νῃ, χθ, οβ. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸν πρῶτον δεκανὸν θὰ εἶναι θελκτικὸς, θὰ ἔχει πολλοὺς φίλους καὶ βίον εὐχάριστον ἀλλὰ καὶ μὲ ἀρκετὴν ἐργασίαν. Κατόπιν τοῦ χωρισμοῦ τοῦ πρώτου του γάμου, θὰ νυμφευθεῖ γυναῖκα ποὺ τὴν εἶχε ἄλλος καὶ θὰ εὐτυχήσει πολὺ μαζὶ της. Τὰ χαρακτηριστικὰ του εἶναι μεγάλη κεφαλή καὶ ὀφθαλμοί, συμμετρικὸ μέγεθος, μεγάλα χείλη καὶ θὰ ἔχει σημάδι εἰς τὸν αὐχένα, ἄλλο ἕνα εἰς τὸν κόρφον (στῆθος) καὶ ἀκόμη ἕνα εἰς τὴν δεξιὰν πλευράν. Κρίσιμαι περίοδοι τοῦ βίου του ἔχουν καταγραφεῖ τὰ ἔτη 1ο, 4ο, 9ο, 11ο, 22ο, 33ο, 49ο, 56ο, 69ο καὶ τὸ 72ο).

ὁ δὲ ἔχων τὸν δεύτερον ὡροσκοποῦντα ἔσται πλούσιος, ἀρχοντικός, ἀγχίνους καὶ εὔγαμος, ἐπιτροπῶν καὶ παρακαταθηκῶν ἀξιούμενος. τὸ δὲ σημεῖον· τὸ πρόσωπον πλατύ, τὰ στέρνα εὐρύτατα, ὀφθαλμὸς εὐειδής, τὰ ὦτα πλατέα, περὶ τοὺς ὤμους τετρίχωται· σημεῖον μέλαν περὶ τὰς λαγόνας ἢ ὑπὸ τὸν μαστὸν καὶ περὶ τὰ νευρικὰ τάσις. οἱ δὲ κλιμακτῆρες αὐτοῦ ἔτος ζ, ιγ, κβ, λα, μγ, νῃ, χα, οδ, πδ, ῳα. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸν δεύτερον δεκανὸν θὰ εἶναι πλούσιος, ἀρχοντικὸς, εὐφυὴς καὶ θὰ κάνει καλὸν γάμον. Θὰ τιμηθεῖ μὲ ἀξιώματα ἐπιτροπῶν καὶ παρακαταθηκῶν. Τὰ χαρακτηριστικὰ του εἶναι πλατὺ πρόσωπο κι εὐρὺ στέρνο, ὡραῖοι ὀφθαλμοί, πλατιὰ ὦτα, τριχωτὸς εἰς τοὺς ὤμους, θὰ ἔχει μελανὸ σημάδι εἰς τοὺς λαγόνας του ἢ ὑπὸ τοῦ μαστοῦ καὶ θὰ ἔχει νευρικὰς τάσεις. Κρίσιμαι περίοδοι τοῦ βίου του ἔχουν καταγραφεῖ τὰ ἔτη 7ο, 13ο, 22ο, 31ο, 43ο, 56ο, 61ο, 74ο, 84ο, 91ο).

οἱ δὲ ἔχοντες τὸν τρίτον ἔσονται ἐκ μεγάλων γονέων καὶ αὐτοὺς διαστήσουσι καὶ τὰ αὐτῶν οὐ καλῶς διοικήσουσι καὶ ἐκδημοῦσι καὶ ναυαγίων πειρῶνται καὶ ἐπονειδίστως καὶ ἐμπαθῶς διαλαλοῦνται καὶ σινοῦνται ἐπὶ τὸν συνουσιαστικὸν τόπον καὶ ἀναπόλαυστοι γίνονται τῶν κατὰ φυσικὴν συνουσίαν ἡδονῶν καὶ τοῦ ἀξιωματικοῦ προσχήματος μεθίστανται καὶ ἄωροί τινες αὐτῶν ἀποθνῄσκουσιν. τὰ δὲ σημεῖα αὐτῶν· τῷ προσώπῳ εὐειδεῖς καὶ ἐπιτερπεῖς, ἐοικότες γυναικί, ἀλλὰ μῶμον ἕξουσιν ἐν τῷ ἀριστερῷ ὀφθαλμῷ ἢ περὶ τὸν ἕνα τῶν ποδῶν· εὔοφρυς, μέσος τὸ μέγεθος καὶ λεπτός. εἰσὶ δὲ οἱ κλιμακτῆρες αὐτοῦ ἔτος θ, ιβ, κγ, λα, μῃ, νθ, χα, οδ. (Ὅσοι ἔχουν Ὡροσκόπον εἰς τὸν τρίτον δεκανὸν θὰ προέρχονται ἀπὸ μεγάλους ἠλικιακῶς γονεῖς που ἀργότερα θὰ χωρίσουν. Δὲν θὰ διοικήσουν καλῶς τὸν βίον τοὺς, θὰ ξενιτευθοῦν καὶ θὰ ἔχουν τὴν ἐμπειρία ναυαγίου. Θὰ ἔχουν φήμην ἀτιμωτικὴν καὶ ἐμπαθὴν καὶ θὰ βλάψουν τὰ γεννητικὰ των ὄργανα καὶ θὰ στερηθοῦν τὴν ἀπόλαυσιν τῶν ἡδονῶν τῆς φυσικῆς συνουσίας. Δεν θὰ ἀποκτήσουν ἀξίωμα καὶ μερικοὶ ἀπὸ αὐτοὺς θὰ πεθάνουν πρόωρα. Τὰ χαρακτηριστικὰ των εἶναι ὡραῖο πρόσωπο, οἱ ἀρσενικοὶ θὰ ὁμοιάζουν μὲ γυναίκας, ἀλλὰ θὰ ἔχουν ἐλάττωμα εἰς τὸν ἀριστερὸν ὀφθλαμὸν ἢ εἰς τὸν ἔναν τῶν δύο ποδῶν, ὡραῖα φρύδια, μετρίου ὕψος καὶ λεπτοί. Κρίσιμαι περίοδοι τοῦ βίου των ἔχουν καταγραφεῖ τὰ ἔτη 9ο, 12ο, 23ο, 31ο, 46ο, 59ο, 61ο καὶ τὸ 74ο).

Ταύρου τὸ μεσεμβόλημα καὶ Διδύμων· ὁ ἔχων τὸν ὡροσκόπον ἐν τούτῳ ἕξει δύο φύσεις· ἄσπερμος, ἀπρεπὴς καὶ τοῖς μέλεσιν ἄπλαστος καὶ ἀειδής. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸ μεσεμβόλημα τοῦ Ταύρου καὶ Διδύμων θὰ ἔχει δύο φύσεις, θὰ εἶναι ἄσπερμος (στεῖρος, χωρὶς ἀπογόνους), ἀπρεπῆς καὶ τὰ μέλη τοῦ σώματός του θὰ εἶναι κακοφτιαγμένα κι ἄσχημα). [Ἡφαιστίων, Ἀποτελεσματικὰ βιβλ. Α', κεφ. α', Ταῦρος]

ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ

Ἀποτελεῖ δὲ λειοτἐρους τῇ χροιᾷ ἔσεσθαι, μεγαλοστόμους δὲ καὶ μετωπίας καὶ ὀξύτριχας καὶ βαρυψύχους καὶ ἀπεστραμμένους τῶν οἰκείων, τούτων δὲ τοὺς μὲν ἐν τῷ α δεκανῷ πολυκινδύνους, πολυδαπάνους [φιλοδαπάνους], ἀτέκνους, σπαναδέλφους. τοὺς δὲ ἐν τῷ β' δεκανῷ ἀπαιδεύτους, ἐργοπόνους, μοχθηρούς, τὰ πατρικὰ ἀποβάλλοντας καὶ ἀδελφοὺς κτωμένους. τοὺς δὲ ἐν τῷ γ' δεκανῷ σεμνούς, εὐπρε­πεῖς, εὐπόρους, ἐνδόξους, λαμπροβίους, ὕστερον δὲ ἐν φροντίδι καὶ τίσει γενόμενους. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου, Ταῦρος]

ἐμπαθεῖς καὶ ἀσελγεῖς ποιεῖ ὁ ὡροσκόπος Ταύρῳ, μοίραις αὐτοῦ τῶν Ὑάδων, ἀπὸ μοίρας ιβ’ ἕως ιζ’ ...ἐπὶ τούτων τῶν μοιρῶν δέον παρατηρεῖν τὸν ὡροσκόπον καὶ τὸν δύνοντα καὶ τὴν Ἀφροδίτην καὶ τὴν Σελήνην καὶ τὸν κλῆρον τῆς τύχης καὶ τὸν κλῆρον τοῦ γάμου καὶ τοῦ ἔρωτος. καὶ τόποι μαλακοποιοί εἰσιν αἱ τελευταῖαι μοῖραι Ταύρου... οἱ οὖν ὡροσκοπηθεντες ταύταις ταῖς μοίραις μαλακόσωμοι γίνονται ἢ κιναιδίζοντες τοῖς ἤθεσιν. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Ε', ξζ'. Περὶ τόπων καὶ μοιρῶν ἀσελγοποιῶν καὶ ἐμπαθῶν]

ΠΑΡΑΝΑΤΕΛΛΟΝΤΕΣ

Ὁ τῆς Γοργόνης, Ταύρου μοίρας γ’ κ', βόρειος μεγέθους β', κράσεως Διὸς καὶ Κρόνου. Ὁ τῆς Αἰγός, Ταύρου μοίρας κη' μ', βόρειος, μεγέθους πρώτου, κράσεως Διὸς καὶ Κρόνου...Οὔτοι ἰσομοίρως ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσι τοὺς οὕτως ἔχοντας πολυκτήμονας καὶ πλουσίους ἄγαν καὶ εἰς διαφόρους χώρας καὶ πόλεις κτωμένους καὶ φιλογεώργους καὶ φιλοικοδόμους· εἰ καὶ ἡ Σελήνη ἐπιθεωρήσῃ ἕνα ὧν εἶπον ἀστέρων ὡροσκοποῦντα ἣ μεσουρανοῦντα, τοῦσδε τοῖς τρόποις ἀγαθοὺς καὶ τιμητικοὺς τῶν πρεσβυτέρων καθεστῶτας καλογνώμονας, μεταδοτικούς, ἀνεξικάκους, σώφρονας, φιλοικείους.

Πάλιν ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος, Ταύρου μοίρας κζ' μ', νότιος, μεγέθους δευτέρου, κράσεως Ἄρεως καὶ Ἑρμοῦ... Οἱ τοιοῦτοι ἀστέρες πάλιν ἰσομοίρως ὡροσκοποῦντες ἢ μεσουρανοῦντες, μάλιστα ἐπὶ νυκτερινῆς γενέσεως ποιοῦσι στρατηγικούς, δεινούς, δράστας, πολυτρόπους, σοφιστικούς, πολυπράγμονας, λογίους, ἀπαρεγκλίτας ὀξυφώνους, ἐξαπατήτας, ἐπιτευκτικούς, ὀξεῖς δὲ ἅμα καὶ ἀπροσκορεῖς πρὸς τὰς ἐπιθυμίας, διαφθορεῖς ὄντας ἀθῴων καὶ παρθένων, ἐπιόρκους. ἐπὶ δὲ ἡμερινῆς γενέσεως ὡροσκοποῦντες ποιοῦσι τολμηρούς, ὠμούς, μεταμελητικούς, ψεύστας, κλεπτας, ἀθέους, ἀφίλους, ἐπιθέτας, θεατροκόπους, ἐφυβρίστας, μιαιφόνους, πλαστογράφους, γόητας, ἀνδροφόνους, οὐ καλῷ τέλει ἐνίοτε χρωμένους μάλιστα, ὡς προείπομεν, ἐπὶ ἡμερινῆς γενέσεως.

Ὁ λαμπρὸς τῶν Ὑάδων ἀνατέλλων ἐπὶ τῆς ἀποκυητικῆς ὥρας κείμενος ἐν τῷ ζῳδιακῷ κύκλῳ Ταύρου μοίρας ις’ κ', κράσεως Ἄρεως καὶ Ἀφροδίτης, ποιεῖ εὐτυχεῖς μὲν ἄγαν καὶ πλουσίους καὶ χώρας καὶ πόλεις καὶ ἔθνη ὑποτάσσοντας ἢ διοίκουντας• ὥσπερ γὰρ αὐτὸ τὸ ἄστρον καὶ ἡ θέσις τῶν Ὑάδων ὅλῳ τῷ κόσμῳ καὶ πᾶσιν ἀνθρώποις εὐεπίγνωστόν ἐστιν ἢ καὶ μᾶλλον φανερώτερον ὑπάρχει, οὕτως οἱ γεννώμενοι ἀνατέλλοντος ἢ μεσουρανοῦντος τοῦ λαμπροῦ τῶν Ὑάδων ἐνδοξότατοι καὶ περιφανέστεροι καὶ πλουσιώτεροι τῶν ἄλλων ἀνθρώπων γίνονται. τὰ αὐτὰ δὲ ποιεῖ καὶ ὅταν ἰσομοιρήσῃ ἢ παρανατείλῃ τῇ Σελήνῃ, μάλιστα ἐπειδὴ οὗτος μόνος ὁ ἀστὴρ σχεδὸν διπλῆν δύναμιν ἔχει τῶν ἄλλων ἀστέρων. ἀνατέλλοντος γὰρ αὐτοῦ δύνει ὁ λαμπρὸς τοῦ Ἀντάρεος κατ’ ἰσομοιρίαν αὐτοῦ κείμενος Σκορπίου μοίρας ις’ κ' καὶ ἀμφότεροι ἐν αὐτῷ τῷ ζῳδιακῷ κύκλῳ είσίν.

οὕτως μὲν οὖν καὶ περὶ τὰ δυτικὰ μέρη τῆς οἰκουμένης καὶ περὶ τὰ ἀνατολικὰ καὶ περὶ τὰ ἄλλα κλίματα δοξάζονται καὶ μέγα δύνανται. αὐτὸς δὲ ὁ τοῦ Ἀντάρεως καὶ αὐτὸ τὸ κέντρον τὸ δῦνον γαμοστολικῷ τόπῳ εὑρισκόμενος ποιεῖ, καθὼς προείπομεν, διὰ γυναικείων προσώπων μεγάλας εὐτυχίας καὶ κληρονομίας• καὶ γὰρ αἱ γυναῖκες τῶν οὕτως γεννωμένων περίβλεπτοι μὲν καὶ πάνυ πλούσιαι γίνονται, οὐ πολυχρόνιοι δέ, ἐπειδὴ οὗτος ὁ Ἀντάρης εὐθέως δύνει, ὡς προείπομεν, ἐν τῷ γαμοστολικῷ τόπῳ εὑρισκόμενος. ὁ δὲ λαμπρὸς τῶν Ὑάδων ὡροσκοπῶν καὶ ἔχων τὸ ποιητικὸν τῆς του Ἄρεως καὶ Ἀφροδίτης ἐνεργείας ποιεῖ τοὺς οὕτω γεννωμένους περιθύμους καὶ θερμοὺς πάνυ περὶ τὰς ἐπιθυμίας καὶ ἀδιαφόρους περὶ τὰ ἀφροδίσια. φύσει γὰρ αὐτὸς ὁ τόπος τῶν Ὑάδων ἀνατέλλων ἤτοι οὗτος ὡροσκοπῶν ἀπὸ μοίρας ιβ’ κ' ἕως ις’ κ' ἐμπαθεῖς περὶ τὰς ἡδονὰς ποιεῖ καὶ ἐπισήμους μᾶλλον καὶ εὐειδεῖς καὶ καλοτραχήλους. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Ε', νη'. Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως]

Σχόλια:    Αξιολόγηση:
παρακαλώ περιμένετε...

ΑΦΗΣΕ ΤΟ ΣΧΟΛΙΟ ΣΟΥ

Αξιολόγηση: χωρίς αξιολόγηση

έχουν γενέθλια 215 μέλη.

ΦΥΛΕΣ - ΤΕΛΕΥΤΑΙΕΣ ΚΑΤΑΧΩΡΗΣΕΙΣ

  • loading...

ΤΕΛΕΥΤΑΙΑ ΣΧΟΛΙΑ

  • loading...
  • loading...